Η ΖΩΗ ΕΝ ΤΑΦΩ== ΣΤΑΣΙΣ ΠΡΩΤΗ 
1.– Η ζωή εν τάφω, — κατετέθης Χριστέ, — καί Αγγέλων στρατιαί εξεπλήττοντο,
— συγκατάβασιν δοξάζουσαι τήν σήν. 

2.– Η ζωή πώς θνήσκεις; — πώς καί τάφω οικείς; — τού θανάτου τό βασίλειον λύεις δέ,
— καί τού Άδου τούς νεκρούς εξανιστάς. 

3.– Μεγαλύνομέν σε, — Ιησού Βασιλεύ, — καί τιμώμεν τήνΤαφήν καί τά Πάθη σου,
δι’ ών έσωσας ημάς εκ τής φθοράς. 

4.– Μέτρα γής ο στήσας, — εν σμικρώ κατοικείς, — Ιησού παμβασιλεύ τάφω σήμερον,
— εκ μνημάτων τούς θανέντας ανιστών. 

5.Ιησού Χριστέ μου, — Βασιλεύ τού παντός, — τί ζητών τοίς εν τώ Άδη ελήλυθας;
ή τό γένος απολύσαι τών βροτών. 

6.– Ο Δεσπότης πάντων,καθοράται νεκρός, — καί εν μνήματι καινώ κατατίθεται,
— ο κενώσας τά μνημεία τών νεκρών.

7.– Η ζωή εν τάφω κατετέθης Χριστέ, — καί θανάτω σου τόν θάνατον ώλεσας,
καί επήγασας τώ Κόσμω, τήν ζωήν. 

8.– Μετά τών κακούργων, — ως κακούργος Χριστέ,ελογίσθης δικαιών ημάς άπαντας,
κακουργίας τού αρχαίου πτερνιστού. 

9.– Ιησού γλυκύ μοι, καί σωτήριον φώς, — τάφω πώς εν σκοτεινώ κατακέκρυψαι;
ώ αφάτου, καί αρρήτου ανοχής!

10.–
Απορεί καί φύσις, — νοερά καί πληθύς, — η ασώματος Χριστέ τό μυστήριον,

τής αφράστου καί αρρήτου σου ταφής.

11.– Ώ θαυμάτων ξένων! — ώ πραγμάτων καινών! — Ο πνοής μοι χορηγός άπνους φέρεται,
— κηδευόμενος χερσί τού Ιωσήφ.

12.– Σού τεθέντος τάφω, — πλαστουργέτα Χριστέ, — τά τού Άδου εσαλεύθη θεμέλια,
— καί μνημεία ηνεώχθη τών βροτών.

13.– Δακρυρρόους θρήνους, — επί σέ η Αγνή, — μητρικώς ώ Ιησού επιρραίνουσα,
  Ανεβόα. Πώς κηδεύσω σε Υιέ;

14.– Προσκυνώ τό Πάθος, — ανυμνώ τήν Ταφήν, — μεγαλύνω σου τό κράτος Φιλάνθρωπε,
δι’ ών λέλυμαι παθών φθοροποιών.

15.– Τίς μοι δώσει ύδωρ, — καί δακρύων πηγάς, — η Θεόνυμφος Παρθένος εκραύγαζεν,
ίνα κλαύσω τόν γλυκύν μου Ιησούν;

—–Δόξα Πατροί, και Υιώ, και Αγίω Πνεύματι.

16.– Ανυμνούμεν Λόγε — σέ τόν πάντων Θεόν, — σύν Πατρί καί τώ Αγίω σου Πνεύματι,
καί δοξάζομεν τήν θείαν σου Ταφήν.
——–  Και νυν, και αει, και εις τους αιώνας των αιώνων, Αμήν

17.– Μακαρίζομέν σε, — Θεοτόκε αγνή, — καί τιμώμεν τήν Ταφήν τήν τριήμερον,
τού Υιού σου καί Θεού ημών πιστώς.

—— Η ζωή εν τάφω, — κατετέθης Χριστέ, — καί Αγγέλων στρατιαί εξεπλήττοντο,
— συγκατάβασιν δοξάζουσαι τήν σήν.

== ΣΤΑΣΙΣ ΔΕΥΤΕΡΑ
1.– Άξιόν εστι, –μεγαλύνειν σε τόν Ζωοδότην, — τόν εν τώ Σταυρώ τάς χείρας εκτείναντα,
καί συντρίψαντα τό κράτος τού εχθρού.

2.– Άξιόν εστι, — μεγαλύνειν σε τόν πάντων Κτίστην, — τοίς σοίς γάρ παθήμασιν έχομεν,
— τήν απάθειαν ρυσθέντες τής φθοράς.

3.– Έφριξεν η γή, — καί ο ήλιος Σώτερ εκρύβη, — σού τού ανεσπέρου φέγγους Χριστέ,
δύναντος εν τάφω σωματικώς.

4.– Κάλλος Λόγε πρίν, — ουδέ είδος εν τώ πάσχειν έσχες, — αλλ’ εξαναστάς υπερέλαμψας,
καλλωπίσας τους βροτούς θείαις αυγαίς.

5.– Ήλιος ομού, — καί σελήνη σκοτισθέντες Σώτερ,δούλους ευνοούντας εικόνιζον,
οι μελαίνας αμφιέννυνται στολάς.

6.– Έφριξεν ιδών, — τό αόρατον φώς σε Χριστέ μου, — μνήματι κρυπτόμενον άπνουν τε,
καί εσκότασεν ο ήλιος τό φώς.

7.– Έκλαιε πικρώς, — η πανάμωμος Μήτηρ σου Λόγε, — ότε εν τώ τάφω εώρακε,
σέ τόν άφραστον καί άναρχον Θεόν.

8.– Νέκρωσιν τήν σήν, — η πανάφθορος Χριστέ σου Μήτηρ, — βλέπουσα πικρώς σοι εφθέγγετο.
Μή βραδύνης η ζωή εν τοίς νεκροίς.

9.– Άδης ο δεινός,συνετρόμαξεν ότε σε είδεν,Ήλιε τής δόξης αθάνατε,
καί εδίδου τούς δεσμίους εν σπουδή.

10.– Ύμνοις σου Χριστέ, — νύν τήν Σταύρωσιν καί τήν Ταφήν τε, — άπαντες πιστοί εκθειάζομεν,
οι θανάτου λυτρωθέντες σή ταφή.

——– Δόξα Πατροί, και Υιώ, και Αγίω Πνεύματι.

11.– Άναρχε Θεέ, — συναϊδιε Λόγε καί Πνεύμα, — σκήπτρα τών Ανάκτων κραταίωσον,
κατά πολεμίων ως αγαθός.

——– Και νυν, και αει, και εις τους αιώνας των αιώνων, Αμήν.

12.– Τέξασα ζωήν, — Παναμώμητε αγνή Παρθένε, — παύσον Εκκλησίας τά σκάνδαλα,
καί βράβευσον ειρήνην ως αγαθή.

—— Άξιόν εστι, — μεγαλύνειν σέ τόν Ζωοδότην, — τόν εν τώ Σταυρώ τάς χείρας εκτείναντα,
καί συντρίψαντα τό κράτος τού εχθρού.

== ΣΤΑΣΙΣ ΤΡΙΤΗ
1.– Αι γενεαί πάσαι, — ύμνον τήν Ταφήν σου, — προσφέρουσι Χριστέ μου.
2.– Καθελών τού ξύλου, — ο Αριμαθαίας, — εν τάφω σε κηδεύει.
3.– Μυροφόροι ήλθον, — μύρα σοι Χριστέ μου, — κομίζουσαι προφρόνως.
4.– Δεύρο πάσα κτίσις, — ύμνους εξοδίους, — προσοίσωμεν τώ Κτίστη.
5.– Ως νεκρόν τόν ζώντα, — σύν Μυροφόροις πάντες,μυρίσωμεν εμφρόνως.
6.– Ιωσήφ τρισμάκαρ, — κήδευσον τό σώμα, — Χριστού τού ζωοδότου.
7.– Ούς έθρεψε τό μάννα,εκίνησαν τήν πτέρναν, — κατά τού Ευεργέτου.
8.– Ώ τής παραφροσύνης, — καί τής Χριστοκτονίας, — τής τών προφητοκτόνων!!!
9.– Ως άφρων υπηρέτης,  — προδέδωκεν ο μύστης, — τήν άβυσσον σοφίας.
10.– Τόν ρύστην ο πωλήσας, — αιχμάλωτος κατέστη, — ο δόλιος Ιούδας.
11.– Ιωσήφ κηδεύει, — σύν τώ Νικοδήμω, — νεκροπρεπώς τόν Κτίστην.
12.Ώ γλυκύ μου έαρ, γλυκύτατόν μου Τέκνον,πού έδυ σου τό κάλλος;
13.Θρήνον συνεκίνει, — η πάναγνός σου Μήτηρ, — σού Λόγε νεκρωθέντος.
14.– Γύναια σύν μύροις, — ήκουσι μυρίσαι, — Χριστόν τό θείον μύρον.
15.Πεπλάνηται ο πλάνος, — οπλανηθείς λυτρούται, — σοφίασή Θεέ μου.
16.– Υιέ Θεού παντάναξ, — Θεέ μου πλαστουργέ μου, — πώς πάθος κατεδέξω;
17.– Η δάμαλις τόν μόσχον, — εν Ξύλω κρεμασθέντα, — ηλάλαζεν ορώσα.
18.– Ανέκραζεν η Κόρη, — θερμώς δακρυρροούσα, — τά σπλάγχνα κεντουμένη.
19.– Ώ φώς τών οφθαλμών μου, — γλυκύτατόν μου Τέκνον,πώς τάφω νύν καλύπτη;
20.– Δοξάζω σου Υιέ μου, — τήν άκραν ευσπλαγχνίαν, — ής χάριν ταύτα πάσχεις.
21.– Ανάστηθι οικτίρμον, — ημάς εκ τών βαράθρων,εξανιστών τού Άδου.
22.– Ανάστα Ζωοδότα, — η σέ τεκούσα Μήτηρ,δακρυρροούσα λέγει.
23.– Ουράνιοι Δυνάμεις,εξέστησαν τώ φόβω, — νεκρόν σε καθορώσαι.
24.– Φέρων πάλαι φεύγει, — Σώτερ, Ιωσήφ σε, — καί νύν σε άλλος θάπτει.
25.– Κλαίει καί θρηνεί σε, — η πάναγνός σου Μήτηρ,Σωτήρ μου νεκρωθέντα.
26.– Φρίττουσιν οι νόες, — τήν ξένην καί φρικτήν σου,Ταφήν τού πάντων Κτίστου.
27.– Έρραναν τόν τάφον, — αι Μυροφόροι μύρα, — λίαν πρωϊ ελθούσαι.
28.– Ειρήνην Εκκλησία, — λαώ σου σωτηρίαν, — δώρησαι σή Εγέρσει.
——– Δόξα Πατροί, και Υιώ, και Αγίω Πνεύματι.
29.– Ώ Τριάς Θεέ μου, — Πατήρ Υιός καί Πνεύμα, — ελέησον τόν Κόσμον.
——– Και νυν, και αει, και εις τουςαιώνας των αιώνων, Αμήν.
30.– Ιδείν τήν τού Υιού σου,Ανάστασιν Παρθένε,αξίωσον σούς δούλους.
——– Αι γενεαί πάσαι, — ύμνον τή Ταφή σου, — προσφέρουσι Χριστέ μου.

http://www.matia.gr

Απάντηση